Φύλακας: Στύφλος δὲ γῆ
καὶ χέρσος, ἀρρὼξ οὐδ’ ἐπημαξευμένη
τροχοῖσιν, ἀλλ’ ἄσημος οὑργάτης τις ἦν.
Ὅπως δ’ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος
δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν·
[...]
Πάρειμι δ’ ἄκων οὐχ ἑκοῦσιν, οἶδ’ ὅτι·
στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
Κρέων: Παῦσαι, πρὶν ὀργῆς κἀμὲ μεστῶσαι λέγων
[...] Οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος
κακὸν νόμισμ’ ἔβλαστε· τοῦτο καὶ πόλεις
πορθεῖ, τόδ’ ἄνδρας ἐξανίστησιν δόμων
τόδ’ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ’ ἵστασθαι βροτῶν
πανουργίας δ’ ἔδειξεν ἀνθρώποις ἔχειν
καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
Σοφοκλής, Αντιγόνη, 442 π.Χ
radicaldesire
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου